Add parallel Print Page Options

27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, [a]καθήσεσθε καὶ [b]ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 καὶ πᾶς [c]ὅστις ἀφῆκεν [d]οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ [e]γυναῖκα ἢ τέκνα ἢ [f]ἀγροὺς ἕνεκεν τοῦ [g]ὀνόματός μου, [h]ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

20 Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. [i]συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν· οἱ δὲ ἀπῆλθον. [j]πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. περὶ δὲ τὴν [k]ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους [l]ἑστῶτας, καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν [m]ἀμπελῶνα. ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος [n]αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. [o]καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10 [p]καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι [q]πλεῖον λήμψονται· καὶ ἔλαβον [r]τὸ ἀνὰ δηνάριον καὶ αὐτοί. 11 λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου 12 [s]λέγοντες· Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους [t]αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. 13 ὁ δὲ ἀποκριθεὶς [u]ἑνὶ αὐτῶν εἶπεν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14 ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· 15 [v]οὐκ ἔξεστίν μοι [w]ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; [x]ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; 16 οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι [y]ἔσχατοι.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:28 καθήσεσθε WH NIV ] καθίσεσθε Treg RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:28 ὑμεῖς WH NIV RP ] αὐτοὶ Treg
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ὅστις WH Treg NIV ] ὅς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 οἰκίας ἢ WH NIV RP ] Treg
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 γυναῖκα ἢ RP ] WH Treg NIV
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ἀγροὺς WH NIV RP ] + ἢ οἰκίας Treg
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ὀνόματός μου Treg NIV RP ] ἐμοῦ ὀνόματος WH
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 19:29 ἑκατονταπλασίονα NIV RP ] πολλαπλασίονα WH Treg
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:2 συμφωνήσας δὲ WH Treg NIV ] Καὶ συμφωνήσας RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:5 πάλιν NIV RP ] + δὲ WH Treg NA
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:6 ἑνδεκάτην WH Treg NIV ] + ὥραν RP
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:6 ἑστῶτας WH Treg NIV ] + ἀργούς RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:7 ἀμπελῶνα WH Treg NIV ] + καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε RP
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:8 αὐτοῖς Treg NIV RP ] WH
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:9 καὶ ἐλθόντες Treg NIV RP ] ἐλθόντες δὲ WH
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 καὶ ἐλθόντες WH Treg NIV ] Ἐλθόντες δὲ RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 πλεῖον WH Treg NIV ] πλεῖονα RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:10 τὸ ἀνὰ δηνάριον καὶ αὐτοί WH Treg NIV ] καὶ αὐτοὶ ἀνὰ δηνάριον RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:12 λέγοντες WH Treg NIV ] + ὅτι RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:12 αὐτοὺς ἡμῖν WH ] ἡμῖν αὐτοὺς Treg NIV RP
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:13 ἑνὶ αὐτῶν εἶπεν WH NIV ] εἶπεν ἑνὶ αὐτῶν Treg RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 οὐκ WH Treg NIV ] Ἢ οὐκ RP NA
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 ὃ θέλω ποιῆσαι WH Treg NIV ] ποιῆσαι ὃ θέλω RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:15 WH Treg NIV ] Εἰ RP
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 20:16 ἔσχατοι WH NIV ] + πολλοὶ γὰρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί Treg RP